Index: Greek NT (Stephanos-1550) UTF-8

 

2 Timothy 1

[1] [2] [3] [4]

1:1 παυλος αποστολος ιησου χριστου δια θεληματος θεου κατ επαγγελιαν ζωης της εν χριστω ιησου

1:2 τιμοθεω αγαπητω τεκνω χαρις ελεος ειρηνη απο θεου πατρος και χριστου ιησου του κυριου ημων

1:3 χαριν εχω τω θεω ω λατρευω απο προγονων εν καθαρα συνειδησει ως αδιαλειπτον εχω την περι σου μνειαν εν ταις δεησεσιν μου νυκτος και ημερας

1:4 επιποθων σε ιδειν μεμνημενος σου των δακρυων ινα χαρας πληρωθω

1:5 υπομνησιν λαμβανων της εν σοι ανυποκριτου πιστεως ητις ενωκησεν πρωτον εν τη μαμμη σου λωιδι και τη μητρι σου ευνεικη πεπεισμαι δε οτι και εν σοι

1:6 δι ην αιτιαν αναμιμνησκω σε αναζωπυρειν το χαρισμα του θεου ο εστιν εν σοι δια της επιθεσεως των χειρων μου

1:7 ου γαρ εδωκεν ημιν ο θεος πνευμα δειλιας αλλα δυναμεως και αγαπης και σωφρονισμου

1:8 μη ουν επαισχυνθης το μαρτυριον του κυριου ημων μηδε εμε τον δεσμιον αυτου αλλα συγκακοπαθησον τω ευαγγελιω κατα δυναμιν θεου

1:9 του σωσαντος ημας και καλεσαντος κλησει αγια ου κατα τα εργα ημων αλλα κατ ιδιαν προθεσιν και χαριν την δοθεισαν ημιν εν χριστω ιησου προ χρονων αιωνιων

1:10 φανερωθεισαν δε νυν δια της επιφανειας του σωτηρος ημων ιησου χριστου καταργησαντος μεν τον θανατον φωτισαντος δε ζωην και αφθαρσιαν δια του ευαγγελιου

1:11 εις ο ετεθην εγω κηρυξ και αποστολος και διδασκαλος εθνων

1:12 δι ην αιτιαν και ταυτα πασχω αλλ ουκ επαισχυνομαι οιδα γαρ ω πεπιστευκα και πεπεισμαι οτι δυνατος εστιν την παραθηκην μου φυλαξαι εις εκεινην την ημεραν

1:13 υποτυπωσιν εχε υγιαινοντων λογων ων παρ εμου ηκουσας εν πιστει και αγαπη τη εν χριστω ιησου

1:14 την καλην παρακαταθηκην φυλαξον δια πνευματος αγιου του ενοικουντος εν ημιν

1:15 οιδας τουτο οτι απεστραφησαν με παντες οι εν τη ασια ων εστιν φυγελλος και ερμογενης

1:16 δωη ελεος ο κυριος τω ονησιφορου οικω οτι πολλακις με ανεψυξεν και την αλυσιν μου ουκ επησχυνθη

1:17 αλλα γενομενος εν ρωμη σπουδαιοτερον εζητησεν με και ευρεν

1:18 δωη αυτω ο κυριος ευρειν ελεος παρα κυριου εν εκεινη τη ημερα και οσα εν εφεσω διηκονησεν βελτιον συ γινωσκεις