Index: Greek NT (Stephanos-1550) UTF-8

 

Philemon 1

[1]

1:1 παυλος δεσμιος χριστου ιησου και τιμοθεος ο αδελφος φιλημονι τω αγαπητω και συνεργω ημων

1:2 και απφια τη αγαπητη και αρχιππω τω συστρατιωτη ημων και τη κατ οικον σου εκκλησια

1:3 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου

1:4 ευχαριστω τω θεω μου παντοτε μνειαν σου ποιουμενος επι των προσευχων μου

1:5 ακουων σου την αγαπην και την πιστιν ην εχεις προς τον κυριον ιησουν και εις παντας τους αγιους

1:6 οπως η κοινωνια της πιστεως σου ενεργης γενηται εν επιγνωσει παντος αγαθου του εν υμιν εις χριστον ιησουν

1:7 χαριν γαρ εχομεν πολλην και παρακλησιν επι τη αγαπη σου οτι τα σπλαγχνα των αγιων αναπεπαυται δια σου αδελφε

1:8 διο πολλην εν χριστω παρρησιαν εχων επιτασσειν σοι το ανηκον

1:9 δια την αγαπην μαλλον παρακαλω τοιουτος ων ως παυλος πρεσβυτης νυνι δε και δεσμιος ιησου χριστου

1:10 παρακαλω σε περι του εμου τεκνου ον εγεννησα εν τοις δεσμοις μου ονησιμον

1:11 τον ποτε σοι αχρηστον νυνι δε σοι και εμοι ευχρηστον ον ανεπεμψα

1:12 συ δε αυτον τουτεστιν τα εμα σπλαγχνα προσλαβου

1:13 ον εγω εβουλομην προς εμαυτον κατεχειν ινα υπερ σου διακονη μοι εν τοις δεσμοις του ευαγγελιου

1:14 χωρις δε της σης γνωμης ουδεν ηθελησα ποιησαι ινα μη ως κατα αναγκην το αγαθον σου η αλλα κατα εκουσιον

1:15 ταχα γαρ δια τουτο εχωρισθη προς ωραν ινα αιωνιον αυτον απεχης

1:16 ουκετι ως δουλον αλλ υπερ δουλον αδελφον αγαπητον μαλιστα εμοι ποσω δε μαλλον σοι και εν σαρκι και εν κυριω

1:17 ει ουν εμε εχεις κοινωνον προσλαβου αυτον ως εμε

1:18 ει δε τι ηδικησεν σε η οφειλει τουτο εμοι ελλογει

1:19 εγω παυλος εγραψα τη εμη χειρι εγω αποτισω ινα μη λεγω σοι οτι και σεαυτον μοι προσοφειλεις

1:20 ναι αδελφε εγω σου οναιμην εν κυριω αναπαυσον μου τα σπλαγχνα εν κυριω

1:21 πεποιθως τη υπακοη σου εγραψα σοι ειδως οτι και υπερ ο λεγω ποιησεις

1:22 αμα δε και ετοιμαζε μοι ξενιαν ελπιζω γαρ οτι δια των προσευχων υμων χαρισθησομαι υμιν

1:23 ασπαζονται σε επαφρας ο συναιχμαλωτος μου εν χριστω ιησου

1:24 μαρκος αρισταρχος δημας λουκας οι συνεργοι μου

1:25 η χαρις του κυριου ημων ιησου χριστου μετα του πνευματος υμων αμην [προς φιλημονα εγραφη απο ρωμης δια ονησιμου οικετου]