Index: Greek NT (Stephanos-1550) UTF-8

 

Hebrews 10

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13]

10:1 σκιαν γαρ εχων ο νομος των μελλοντων αγαθων ουκ αυτην την εικονα των πραγματων κατ ενιαυτον ταις αυταις θυσιαις ας προσφερουσιν εις το διηνεκες ουδεποτε δυναται τους προσερχομενους τελειωσαι

10:2 επει ουκ αν επαυσαντο προσφερομεναι δια το μηδεμιαν εχειν ετι συνειδησιν αμαρτιων τους λατρευοντας απαξ κεκαθαρμενους

10:3 αλλ εν αυταις αναμνησις αμαρτιων κατ ενιαυτον

10:4 αδυνατον γαρ αιμα ταυρων και τραγων αφαιρειν αμαρτιας

10:5 διο εισερχομενος εις τον κοσμον λεγει θυσιαν και προσφοραν ουκ ηθελησας σωμα δε κατηρτισω μοι

10:6 ολοκαυτωματα και περι αμαρτιας ουκ ευδοκησας

10:7 τοτε ειπον ιδου ηκω εν κεφαλιδι βιβλιου γεγραπται περι εμου του ποιησαι ο θεος το θελημα σου

10:8 ανωτερον λεγων οτι θυσιαν και προσφοραν και ολοκαυτωματα και περι αμαρτιας ουκ ηθελησας ουδε ευδοκησας αιτινες κατα τον νομον προσφερονται

10:9 τοτε ειρηκεν ιδου ηκω του ποιησαι ο θεος το θελημα σου αναιρει το πρωτον ινα το δευτερον στηση

10:10 εν ω θεληματι ηγιασμενοι εσμεν οι δια της προσφορας του σωματος του ιησου χριστου εφαπαξ

10:11 και πας μεν ιερευς εστηκεν καθ ημεραν λειτουργων και τας αυτας πολλακις προσφερων θυσιας αιτινες ουδεποτε δυνανται περιελειν αμαρτιας

10:12 αυτος δε μιαν υπερ αμαρτιων προσενεγκας θυσιαν εις το διηνεκες εκαθισεν εν δεξια του θεου

10:13 το λοιπον εκδεχομενος εως τεθωσιν οι εχθροι αυτου υποποδιον των ποδων αυτου

10:14 μια γαρ προσφορα τετελειωκεν εις το διηνεκες τους αγιαζομενους

10:15 μαρτυρει δε ημιν και το πνευμα το αγιον μετα γαρ το προειρηκεναι

10:16 αυτη η διαθηκη ην διαθησομαι προς αυτους μετα τας ημερας εκεινας λεγει κυριος διδους νομους μου επι καρδιας αυτων και επι των διανοιων αυτων επιγραψω αυτους

10:17 και των αμαρτιων αυτων και των ανομιων αυτων ου μη μνησθω ετι

10:18 οπου δε αφεσις τουτων ουκετι προσφορα περι αμαρτιας

10:19 εχοντες ουν αδελφοι παρρησιαν εις την εισοδον των αγιων εν τω αιματι ιησου

10:20 ην ενεκαινισεν ημιν οδον προσφατον και ζωσαν δια του καταπετασματος τουτεστιν της σαρκος αυτου

10:21 και ιερεα μεγαν επι τον οικον του θεου

10:22 προσερχωμεθα μετα αληθινης καρδιας εν πληροφορια πιστεως ερραντισμενοι τας καρδιας απο συνειδησεως πονηρας και λελουμενοι το σωμα υδατι καθαρω

10:23 κατεχωμεν την ομολογιαν της ελπιδος ακλινη πιστος γαρ ο επαγγειλαμενος

10:24 και κατανοωμεν αλληλους εις παροξυσμον αγαπης και καλων εργων

10:25 μη εγκαταλειποντες την επισυναγωγην εαυτων καθως εθος τισιν αλλα παρακαλουντες και τοσουτω μαλλον οσω βλεπετε εγγιζουσαν την ημεραν

10:26 εκουσιως γαρ αμαρτανοντων ημων μετα το λαβειν την επιγνωσιν της αληθειας ουκετι περι αμαρτιων απολειπεται θυσια

10:27 φοβερα δε τις εκδοχη κρισεως και πυρος ζηλος εσθιειν μελλοντος τους υπεναντιους

10:28 αθετησας τις νομον μωσεως χωρις οικτιρμων επι δυσιν η τρισιν μαρτυσιν αποθνησκει

10:29 ποσω δοκειτε χειρονος αξιωθησεται τιμωριας ο τον υιον του θεου καταπατησας και το αιμα της διαθηκης κοινον ηγησαμενος εν ω ηγιασθη και το πνευμα της χαριτος ενυβρισας

10:30 οιδαμεν γαρ τον ειποντα εμοι εκδικησις εγω ανταποδωσω λεγει κυριος και παλιν κυριος κρινει τον λαον αυτου

10:31 φοβερον το εμπεσειν εις χειρας θεου ζωντος

10:32 αναμιμνησκεσθε δε τας προτερον ημερας εν αις φωτισθεντες πολλην αθλησιν υπεμεινατε παθηματων

10:33 τουτο μεν ονειδισμοις τε και θλιψεσιν θεατριζομενοι τουτο δε κοινωνοι των ουτως αναστρεφομενων γενηθεντες

10:34 και γαρ τοις δεσμοις μου συνεπαθησατε και την αρπαγην των υπαρχοντων υμων μετα χαρας προσεδεξασθε γινωσκοντες εχειν εν εαυτοις κρειττονα υπαρξιν εν ουρανοις και μενουσαν

10:35 μη αποβαλητε ουν την παρρησιαν υμων ητις εχει μισθαποδοσιαν μεγαλην

10:36 υπομονης γαρ εχετε χρειαν ινα το θελημα του θεου ποιησαντες κομισησθε την επαγγελιαν

10:37 ετι γαρ μικρον οσον οσον ο ερχομενος ηξει και ου χρονιει

10:38 ο δε δικαιος εκ πιστεως ζησεται και εαν υποστειληται ουκ ευδοκει η ψυχη μου εν αυτω

10:39 ημεις δε ουκ εσμεν υποστολης εις απωλειαν αλλα πιστεως εις περιποιησιν ψυχης